[ ]
N. Black Sea — Olbia — 2nd c. AD? — IosPE I 21
| 1 | ἐπὶ ἀρχόντων τῶν περὶ Ὀμψάλακον Εὑρησι- |
| βίου, μηνὸς Πανήμου ιβʹ, ἔδοξεν τῇ βουλῇ | |
| καὶ τῷ δήμῳ <ἐπαινέσαι> Καρζόαζον Ἀττάλου ἄνδρα κα- | |
| λῶς ἐπιβεβηκότα τοῖς τῆς πολειτείας ἴχνε- | |
| 5 | σι καὶ ζηλώσαντα βίον ἀλοιδόρητον. ἐδοκί- |
| μασεν αὐτοῦ ἡ πεῖρα τοὺς κόπους· ἔν τε γὰρ ταῖς | |
| κοιναῖς χρείαις αὐθαιρέτως λειτουργῶν ἀνε- | |
| πιζήτητον πόνον εἰσέφε<ρε> καὶ φθάνων τὰς ἐ- | |
| πιταγὰς πάσης χειροτονίας ὁλοκληρίαν ἐπε- | |
| 10 | δείκνυτο. προαιρέσεως μὲν οὖν ἦν τοιαύτης· ε[ἰ] |
| δέ ποτε καὶ τὸ πρόθυμον αὐτοῦ ἡ πατρὶς ὑπομνή- | |
| σει συνεχέστερον ἐπεσπᾶτο, μειμούμενο[ς] | |
| τῶν ἄριστα πολειτευομένων τὸν βίον ὑπόδειγμα τοῖ[ς] | |
| νέοις ἐγείνετο τῆς τῶν καλῶν ὁμοιότητος, ἔν τε ταῖς | |
| 15 | ἀρχαῖς πιστῶς καὶ πονικῶς ὑπηρετῶν καὶ ἀόκνως τὰ ἐπ[ι]- |
| τασσόμενα κατορθούμενος ἐν ταῖς πρὸς τοὺς γειτνι- | |
| ῶντας βασιλέας πρεσβείαις, ὧν ἰς τὴν ἀκρείβειαν | |
| τῆς ἑρμηνείας στενοχωρεῖ ὁ λόγος· οὐ μὴν ἧττ<ο>ν | |
| ἐπειράζετο ἐν ταῖς πρὸς ἕνα ἕκαστον ὑπαντή- | |
| 20 | σεσι, ἀλλὰ κἀκεῖ τελείως ἐπεγεινώσκετο ἀ- |
| νήρ· φιλ[α]νθρωπίᾳ μὲν ἀπαγόμενος τοὺς ξέ- | |
| νους καὶ χρηστοῖς ἤθεσι φιλοξενῶν συνγενικὸν | |
| πάθος ἐπεδείκνυτο, πολειτῶν δὲ εἴ τις αὐτῷ | |
| συνέμειξεν ἢ κατὰ συναλλαγῆς ἀφορμὴν ἢ κα- | |
| 25 | τὰ συμβιώσεως συνήθειαν, οὐδὲ λόγος χωρῆ- |
| σαι δύναται τὴν εἰς αὐτὸν εὔνοιαν· ἀλλὰ καὶ <μέχρι> πε- | |
| ράτων γῆς ἐμαρτυρήθη τοὺς ὑπὲρ φιλίας κινδύνους | |
| μέχρι Σεβαστῶν συμμαχίᾳ παραβολευσάμενος· | |
| δι’ ὃ δὴ ἐπὶ τούτοις ἡ {τε} πατρὶς χαλεπῶς ἐνένκα- | |
| 30 | σα τὴν ἐπ’ αὐτῷ συμφορὰν καὶ τὴν με<ταλλαγ>ὴν τοῦ β<ί>ου |
| βαρυνομένη ἐψηφίσατο ἐπαίνοις καὶ ταῖς πρεπού- | |
| σαις μαρτυρίαις παρηγορῆσαι τὸ ἐπ’ αὐτῷ σύμπτω̣- | |
| μα, ἵνα καὶ τεθνὼς ᾖ παρὰ τοῖς ζῶσιν ἔντειμος, στ̣[ε]- | |
| φανωθῆναι δὲ αὐτὸν <χρυσῷ στεφάνῳ καὶ τὸν κήρυκα ἀναγορεῦσαι> ἐπὶ τῆς ἐ<κ>κομιδῆς, ὅτι ὁ δῆ- | |
| 35 | μος στεφανοῖ Καρζ<ό>αζον Ἀττάλου ζήσαντα κα- |
| λῶς καὶ δημωφελῶς, ἀνατεθῆναι δὲ τὸ ψήφισ- | |
| μα ἐν ἐπισήμῳ τόπῳ, ἵνα οἱ ἀναγεινώσκοντε[ς] | |
| προτροπὴν ἔχωσιν εἰς τὸ μειμεῖσθαι βίον | |
| ἐπαινούμενον. Ζώρσανος Νεικηράτου τὸ ψή- | |
| 40 | φισμα ἀνέστησε Καρζοάζῳ Ἀττάλου μνήμης |
| χάριν. |