[ ] N. Black Sea — Olbia: Berezan Isl. — ca. 550-500 BC — SEG 26.845
See also:
exterior.1 Ἀχιλλοδώροˉ τὸ μολί-
βδιον παρὰ τὸμ παῖδα
κἀναξαγόρην {²⁶καὶ Ἀναξαγόρην}²⁶.
interior.1 Πρωταγόρη, ὁ πατήρ τοι ἐπιστέλλεˉ. ἀδικε͂ται
ὑπὸ Ματασυος· δοˉλο͂ται γάρ μιγ καὶ το͂
φορτηγεσίοˉ ἀπεστέρεσεν. ἐλθὼμ παρ’ Ἀναξαγό|ρην
ἀπήγησαι· φησι γὰρ αὐτὸν Ἀναξαγόρεω
5 δο͂λον ἐ͂ναι μυθεόμενος· "τἄμ’ Ἀνα<ξα>γόρης ἔχεˉ
καὶ δόˉλοˉς καὶ δόˉλας κοἰκίας"· ὁ δὲ ἀναβῶι τε
καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἑωυτῶι τε καὶ Ματασ<υι>
καί φησιν ἐ͂ναι ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι ἑωυτ<ῶ>ι
καὶ Ματα{τα}συ<ι> {²⁶Ματασυι}²⁶· ἒˉ δέ τι αὐτῶι τε κἀναξαγόρῃ, αὐτοὶ
10 οἴδασι κατά σφας αὐτόˉς. ταῦτ’ Ἀναξαγόρῃ λέγεˉν
καὶ τῇ γυναικί. ἕτερα δέ τοι ἐπιστέλλεˉ· τὴμ μητέρα
 καὶ τὸˉς ἀδε<λ>φεός, <ο>ἵ ἐσσιν ἐν Ἀρβινάτηισιν, ἄγεˉν ἐς τὴμ πόλιν·
  αὐτὸς δέ γ’ ὁ νεοˉρὸς ἐλθὼμ παρά μιν <ἰ>θύωρα καταβήσεται.
Search Help
Contact Us