[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. BC — IosPE II 299
1  Φαρνάκη Φαρνάκου,
    χαῖρε.
Φαρνάκεω στάλαν δέρκευ, ξένε, τὸν βαρὺς Ἅ‵δης′
ἔκλασεν, ἀγρεύσας δύσμορον ἡλικίην,
5  τέχνῃ παιδοτρίβαν, ἔτεσιν νέον, ἐγ δὲ Σινώπας
πατρίδος ἐξ ἀρετ<ᾶ>ς πρὸς δύσιν οἰχόμενον·
οὗ κάλπιν κρύ<π>τει γῆ Βοσπορὶς οὐδὲ λέληθεν
γυμνάσιον κωφοῖς δάκρυσι μυρόμενον.
αἱρετίσας δὲ πατὴρ στοργᾶι φύσιν ἐπροτέρησεν
10 Χηματίων, τύμβωι σᾶμα λίθου θέμενος.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants