| 1 | Φαρνάκη Φαρνάκου, |
| χαῖρε. | |
| Φαρνάκεω στάλαν δέρκευ, ξένε, τὸν βαρὺς Ἅ‵δης′ | |
| ἔκλασεν, ἀγρεύσας δύσμορον ἡλικίην, | |
| 5 | τέχνῃ παιδοτρίβαν, ἔτεσιν νέον, ἐγ δὲ Σινώπας |
| πατρίδος ἐξ ἀρετ<ᾶ>ς πρὸς δύσιν οἰχόμενον· | |
| οὗ κάλπιν κρύ<π>τει γῆ Βοσπορὶς οὐδὲ λέληθεν | |
| γυμνάσιον κωφοῖς δάκρυσι μυρόμενον. | |
| αἱρετίσας δὲ πατὴρ στοργᾶι φύσιν ἐπροτέρησεν | |
| 10 | Χηματίων, τύμβωι σᾶμα λίθου θέμενος. |
CIRB
129