[ ]
N. Black Sea — Pantikapaion (Kerch) — ca. 50-1 BC — GVI 1471
| 1 | Ἀπολλώνιος Ἀπολλωνίου, |
| χαῖρε. | |
| σὺ μὲν πρὸς Ἅδην ἀστένακτος ἔδραμες, | |
| λιπὼν {ν} ἀήταις πνεῦμα θουρίᾳ χερί, | |
| 5 | ἡ σὴ {ι} δ’ ὅμευνος δακρύοις ἀναστένει, |
| ἀπροσδόκητον πένθος εἰσδεδεγμένη. | |
| τεὸν δ’ ὄλωλε κ<ά>λλος ἔσζβεσται χάρις, | |
| φρόνησις ἔπτη, πάντα συνφορᾶς γέμει· | |
| ὁ τῆς γὰρ ἀρετῆς μοῦνος ἐκλάσθης κανών. | |
| 10 | ἀλλ’ εἰ σὲ κλωστὴρ Μοιρέων ἐρόμβισεν, |
| πρὸς δεινὸν ἔγχος βαρβάρων νενευκότα, | |
| <ν>ῦν οὐ κελαινὸς οἶκο{ι}ς {²⁶οἶκος}²⁶, ἡρώων δὲ σὲ | |
| ἕξουσι σηκοί· σοὶ γάρ, ὠπολλώνιε {²⁶Ἀπολλώνιε}²⁶, | |
| καὶ πρόσθε σεμνὴ βάξις ἦν τεθημένη {ν}, | |
| 15 | καὶ νῦν θανόντι πᾶσα {ι} κοσμ<ε>ῖται χάρις. |