Funerary epigram for Castricius Philippos and others, with reference to Dyrrhachion. Marble plaque.
[ ]
Makedonia — Edessa — 3rd/4th c. AD — Delacoulonche, Mémoire (1859) 216 — Dimitsas, He Makedonia 5
| 1 | Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱὸς |
| Εἰονίου πελάγους ἄνχι καταφθίμενον· | |
| ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν | |
| οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος· | |
| vacat | |
| 5 | Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν |
| μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος, | |
| ὀκτωκαιδεκέτης λειφθεὶς νέος (ὀστὰ δὲ πατρὸς | |
| εἰσενέθηκεν ἐμοὶ Δυρραχίου κομίσας), | |
| ἧχι Φίλιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων | |
| 10 | μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα. |
| vacat | |
| 11 | ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου |
| πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας. | |
| vacat | |
| 13 | πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη· |
| κεῖμαι δ’ ἐνθαδ’ ἐγώ, σύνγαμος οὖσα Τίτου. |