Metrical dedication of a statue in honor of Diomedes. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 336 — SEG 13.341 — cf. SEG 25.487
| 1 | ἐπὶ ἱερέως Ὀλυμπίχου |
| τηλόθεν ἱσταμένωι Διομήδεα χαλκὸς ἀϋτεῖ | |
| ἄνθα ἀπ’ ἐυσήμου κεκριμένον γενεᾶς, | |
| ὃμ παρὰ δυσμενέων Τροζήνιοι ἄστυ λαβόντα | |
| 5 | καὶ πάλιν ἀρχαίοις εὖ περιθέντα νόμοις |
| τὸμ πολὺν ἐστήσαντο μένειν χρόνον· ἐγ δ’ ἑνὸς οἴκου | |
| Τροζὴν δὶς πατ[ρί]ωι τείχει ἐνηυγάσατο· | |
| τῶι σὲ κατ’ ἀμφότερον σέβεται πατρίς, ἄνδρα καὶ ἥρω | |
| φθεγγομένα πλείστας αἴτιον εὐνομίας. | |
| 10 | Ξενοκράτης Ἀθηναῖος ἐποίησε. |