Metrical dedication of a statue in honor of Diomedes.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 336 — SEG 13.341 — cf. SEG 25.487
1     ἐπὶ ἱερέως Ὀλυμπίχου
τηλόθεν ἱσταμένωι Διομήδεα χαλκὸς ἀϋτεῖ
ἄνθα ἀπ’ ἐυσήμου κεκριμένον γενεᾶς,
ὃμ παρὰ δυσμενέων Τροζήνιοι ἄστυ λαβόντα
5 καὶ πάλιν ἀρχαίοις εὖ περιθέντα νόμοις
τὸμ πολὺν ἐστήσαντο μένειν χρόνον· ἐγ δ’ ἑνὸς οἴκου
Τροζὴν δὶς πατ[ρί]ωι τείχει ἐνηυγάσατο·
τῶι σὲ κατ’ ἀμφότερον σέβεται πατρίς, ἄνδρα καὶ ἥρω
φθεγγομένα πλείστας αἴτιον εὐνομίας.
10      Ξενοκράτης Ἀθηναῖος ἐποίησε.
Search Help
Contact Us