Manumission record.  Stele of bluish marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — ArchEph (1952) 194, 25 — SEG 15.293
1 [— — — — — — — — — — — ἐφ’ ὧι τε]
Μόσχον Φρ̣[υνίδαι παραμένειν ἐνιαυ]-
τὸν καὶ εἶναι ἐλεύθερον μη[θενὶ μηθὲ]ν
προσήκοντα· ἐὰν δέ τι πάθηι Φρυνίδας
5 πρὸ τοῦ τὸγ χρόνον διεξελθεῖν, ἐλεύθερο[ς]
ἀπίτω Μόσχος οὗ ἂν αὐτὸς βούληται·
τύχηι ἀγαθῆι· μάρτυρες· Ἀθηνόδωρος
Μνασικῶντος Ὠρώπιος, Βίοττος Εὐδίκου
Ἀθηναῖος, Χαρῖνος Ἀντιχάρμου Ἀθηναῖος,
10 Ἀθηνάδης Ἐπιγόνου Ὠρώπιος, Ἵππων Αἰσχύ-
λου Ὠρώπιος· Μόσχος Μοσχίωνος Ἰουδαῖος
ἐνύπνιον ἰδὼν προστάξαντος τοῦ θεοῦ
Ἀμφιαράου καὶ τῆς Ὑγείας καθ’ ἃ συνέταξε
ὁ Ἀμφιάραος καὶ ἡ Ὑγίεια ἐν στήληι γράψαντα
15 ἀναθεῖναι πρὸς τῶι βωμῶι.
Search Help