Decree of Oropos concerning restoration of the city walls.  Stele of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 225-200 BC — IG VII 4263 — Syll.³ 544
See also:
1 θεοί.
Λύσανδρος εἶπεν· ὅπως ἂμ πόρος χρημάτωγ
γίνηται εἰς τὴν οἰκοδομίαν τοῦ τείχους καὶ
συντελεσθέντων τῶν τειχῶν χρήσιμοι
5 ὦμεν αὐτοί τε αὑτοῖς καὶ τῶι κοινῶι Βοιωτῶν,
δεδόχθαι τῶι δήμωι· τοὺς τειχοποιοὺς καὶ
τοὺς πολεμάρχους δανείσασθαι χρήμα-
τα ἐάμ ποθεν δύνωνται, τόκων ὅ τι ἂν ἐλα-
χίστων δύνωνται ⋮ τοῖς δὲ δανείσασιν
10 ἀποδοῦναι τὰ χρήματα ἐν τῶι ἐνιαυτῶι
τῶι μετὰ Ὠρωπόδωρον ἱερέα αὐτὰ καὶ τοὺς
τόκους, ὧν ἂν ἕκαστα δανείσωνται· τοὺς δὲ
δανείσαντας τῆι πόλει εἰς τὸν τειχισμὸν
μέχρι ταλάντου καὶ τοῦ πλέονος τόκων
15 τῶν ἐπιδεκάτων προξένους εἶναι καὶ εὐ-
εργέτας τῆς πόλεος Ὠρωπίων καὶ αὐτοὺς
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ
ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
20 καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ
τοῖς πολίταις, καὶ ἀναγράψαι αὐτοὺς πατρό-
θεν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι
τοῦ Ἀμφιαράου· ὅσοι δ’ ἂν ἔλαττον ταλάντου
δανείσωσιν τῆι πόλει, ὑπὲρ τούτων τὸν δῆμον
25 ἐπισκέψασθαι, καθότι ἂν ἕκαστος αὐτῶν ἄξιος
ἦι τιμηθῆναι ὑπὸ τῆς πόλεως· ἀναγράψαι τοὺς
πολεμάρχους τὸ ψήφισμα ἐν στήληι λιθίνηι
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου ⋮ τὸν δὲ
ταμίαν τὸ ἄλωμα δοῦναι.       vacat
30 οἵδε πρόξενοι καὶ εὐεργέται κατὰ τὸ ψήφισμα·
           Νίκων ⋮ Χάρμιδος.
Search Help