Proxeny decree for Charidemos, son of Mnasaigos, of Chalkis.
Crowning block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 379
| 1 | ἄ̣[ρ]χοντος Νικοβίου, ἱερέω̣[ς] δὲ τοῦ Ἀμφιαράου Τ[ι]- |
| μάρχου, μηνὸς Ἑρμαίου εἰκάδι, Ζώπυρος Διονυσί- | |
| ου εἶπεν· ἐπειδὴ Χαρίδημος Μνασαίγου Χαλκι- | |
| δεὺς εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων | |
| 5 | καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχε- |
| ται ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ πράττων τὰ συμφέ- | |
| ροντα σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, δι’ | |
| ὃ καὶ δεδόχθαι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις κα[ὶ] | |
| τῶι δήμωι Ὠρωπίων· ἐπαινέσαι Χαρίδημον Μνασαί- | |
| 10 | γου Χαλκιδέα ἐφ’ ἧι ἔχων τυγχάνει εἰς πάντας Ὠρωπί- |
| ους εὐνοίαι καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ̣ην τῆς | |
| πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους, vv ὑ̣[π]άρ̣- | |
| χειν δὲ αὐτοῖς καὶ πρόσοδον πρός τε τὸ συνέδρ[ιον καὶ τ]ὸ̣ν | |
| δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα φιλ[άνθρωπ]α | |
| 15 | πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοι[ς καὶ εὐεργ]έ̣ταις |
| τῆς πόλεως Ὠρωπίων γέ̣[γραπται]. |