Proxeny decree for Patron, son of Protarchos, of Chalkis. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 378
| 1 | ἄρχοντος Φίλωνος, ἱερέω̣ς δὲ τοῦ Ἀμφ̣ι̣α̣ρ̣ά̣ο̣υ̣ |
| Ἑρμοδώρου, μηνὸς Ἀλαλκομενείου τριακάδι, vv | |
| Σωσθένης Εὐθυδήμου εἶπεν· προβεβουλευ%⁸⁰%⁸⁰- | |
| μένον εἶναι πρός τε τὸ συνέδριον καὶ τὸν δῆμον· | |
| 5 | ἐπειδὴ Πάτρων Πρωτάρχου Χαλκιδεὺς εὔνους v |
| ὢν διατελεῖ τεῖ τε πόλει καὶ τοῖς ἀεὶ δεομένοις vv | |
| τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι | |
| καὶ λέγων καὶ πράττων, δεδόχθαι τῶι συνεδρίωι v | |
| καὶ τῆι πόλει· Πάτρωνα Πρωτάρχου Χαλκιδῆ πρόξε- | |
| 10 | νον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ |
| [α]ὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφάλειαν καὶ | |
| ἀσυλίαν καὶ τὰ ἄλλ’ αὐτοῖς ὑπάρχειν ὅσαπερ καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται τῆς v | |
| πόλεως Ὠρωπίων· ἐπεψήφιζεν Σωσθένης vvvv | |
| 15 | Εὐθυδήμου. |