Proxeny decree for Antias, son of [—]esistratos, of Athens. Statue
base of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 20 — SEG 15.278
See also:
1 | [Ἀ]ντίμ[αχος Ξε]νοκρίτου εἶπεν· ἐπειδὴ Ἀντί[ας] |
[ε]ὔνους ὢ[ν] διατελεῖ καὶ χρήσιμος τῆι πόλει καὶ | |
ἑκάστωι τῶν πολιτῶν, δεδόχθαι τῶι δήμωι· Ἀντί[αν] | |
<․․>ησιστράτου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως | |
5 | Ὠρωπίω[ν] καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι |
γῆς καὶ [οἰκί]ας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν | |
καὶ ἀσφ[ά]λειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆ[ν] | |
καὶ κατ[ὰ] θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς | |
ἄλλοις [π]ρόξενοις. |