Proxeny decree for Hieron, son of Ainesidemos, of Olynthos.
Statue base of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 190, 21 — SEG 15.279
1 | Πύθων Καλλιγείτονος εἶπεν· ἐπειδὴ Ἱέρων Αἰνησιδήμου |
Ὀλύνθιος διατελεῖ εὔνους καὶ χρήσιμος ὢν τῆι πόλει, | |
δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον καὶ εὐερ- | |
γέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους | |
5 | καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφά- |
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ | |
κατὰ [γῆ]ν καὶ κατὰ θάλατταν καὶ ἰσοτέλειαν | |
καὶ τ[ὰ] ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προ- | |
ξένο[ι]ς καὶ εὐεργέταις. |