Proxeny decree for Nikodromos, son of Epikrates, of Athens.
Statue base of white marble.
| 1 | vvvvv Ἀλ[αλκο]μενείου, vacat |
| [Φ]ιλοναύτης [Κ]λεάρχου [εἶπε]ν· ἐπειδὴ Ν[ικό]δ[ρομος] ὁ̣ Ἀθ[ηναῖος εὔνους ὢν διατελεῖ] τεῖ πόλει | |
| Ὠρωπίων [καὶ τῶι κοινῶι Βοιωτῶν καὶ τῶν] πολ[ι]τῶν τοῖς ἀεὶ δεομένοις παρέχεται χρεί[ας ἐ]ν [πα]ντὶ καιρῶ[ι] | |
| [κα]ὶ λέγων καὶ πράττων [ὑπὲρ τῆς πόλεως] τὰ συ[ν]φέροντα ἐ[ν] παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 5 | [Νι]κόδρομον Ἐ̣π̣ι[κράτ]ου Ἀθηναῖον πρόξενο[ν εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ α]ὐτὸν καὶ ἐκγ[όνους] |
| [κ]αὶ εἶναι αὐτοῖς γ[ῆ]ς καὶ οἰκίας ἔνκτησιν καὶ [ἀσφάλειαν κ]αὶ [πολέμου καὶ εἰρήνης καὶ] τὰ ἄλλα πά[ν]τα | |
| [κ]αθάπερ καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |