Proxeny decree for Aristonikos, son of Diophantos, of Zakynthos.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 296
1 | [ἄρχοντος] ἐ̣ν κοινῶι Βοιωτῶν Διονυσίου, vv |
[ἐπὶ δὲ πό]λ̣εως Νικοκλέους, ἱερέως δὲ τοῦ v | |
[Ἀμφιαρ]άου Δημοκράτου, v μηνὸς Δαματρίου v | |
[ἕκτηι] ἀπιόντος, ἐπεψήφιζεν Ἡγήσιππος, vv | |
5 | [Μείλ]ιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ Ἀριστό- |
[ν]ικος εὔνους ἐστὶν τῆι πόλει καὶ τῶν πολιτῶν | |
ἀ̣εὶ τῶι χρείαν ἔχοντι τὸ συμφέρον πράττει, δεδό- | |
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀριστόνικον Διο- | |
φάντου Ζακύνθιον πρόξενον εἶναι τῆς πόλεως | |
10 | Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς |
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφά- | |
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ | |
κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα | |
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
15 | [τ]αις τῆς πόλεως γέγραπται. |