Proxeny decree for Sopatros, son of Zenon, of Herakleia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 252
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πόλεως Νικοκλέους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου, vacat c.10
 Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Σώπατρος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τοῖς δεομένοις παρέχεται χρείας
 ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Σώπατρον Ζήνωνος Ἡρακλειώτην πρόξενον εἶναι τῆς πόλεως Ὠρω-
 πίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου
5  καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help