Proxeny decree for Phormion, son of Nymphaios, of Byzantion. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 221-204 BC — IG VII 298; p. 744 — OGIS 81
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Διονυσίου, ἐπὶ δὲ πό[λεως Νικο]-
 κλ̣έ̣ους, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοκράτου τοῦ δε[υτέρου],
Νέανδρος Νεανδρίδου εἶπεν· προβεβουλευμένον αὑ[τῶι εἶ]-
 ναι πρὸς τὸν δῆμον· ἐπειδὴ Φορμίων ὁ Βυζάντιος φίλ[ος ὢν]
5  τοῦ βασιλέως Πτολεμαίου καὶ λέγων καὶ πράττων [διατε]-
 λεῖ τὰ συμφ[έ]ροντα τῶι δήμωι καὶ καθ’ ἰδίαν ἀεὶ τῶ[ν πολι]-
 τῶν τῶι χρείαν ἔχοντι τὴν πᾶσαν σπουδὴν ποιεῖται [καὶ οὐ]
 μόνον ἐν τῆι ἰδίαι ὢν εὔνουν ἑαυτὸν παρείχετο τῶι̣ [δήμωι]
 ἀλλὰ καὶ νῦν παρὰ τῶι βασιλεῖ Πτολεμαίωι πολλ[οὺς καὶ]
10  συμφέροντας λόγους ποιεῖται ὑπὲρ τῆς πόλεω[ς, ὅπως]
 οὖν καὶ ὁ δῆμος φαίνηται τὴν πᾶσαν ἐπιμέλεια̣[ν ποιού]-
 μενος τῶν εὐεργετούντων ἑαυτόν, δεδόχθαι [τῆι βου]-
 λῆι καὶ τῶι δήμωι· Φορμίωνα Νυμφαίου Βυζά[ντιον]
 πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπί[ων αὐτὸν]
15  καὶ ἐκγόνους, εἶναι δὲ αὐτοῖς ἰσοτέλειαν καὶ ἀσφάλε[ιαν καὶ ἀ]-
 συλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κα[τὰ γῆν]
 καὶ κατὰ θάλατταν καὶ ἔνκτησιν γῆς καὶ οἰκ[ίας καὶ]
 προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλ[ις καὶ πρό]-
 σοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτο[ις μετὰ]
20  τὰ ἱερὰ καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄ[λλοις προ]-
 ξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχε̣[ι, ἀναγρά]-
 ψαι δὲ τόδε τὸ ψήφισμα τοὺς πολεμάρχο[υς τοὺς ἐ]-
 πὶ ἱερέως Δημοκράτου τοῦ δευτέρου ἐν [τῶι ἱερῶι τοῦ]
 Ἀμφιαράου, ἐπὶ τῆς βάσεως τῶν εἰκόν[ων τοῦ βα]-
25  σιλέως Πτολεμαίου καὶ τῆς βασιλί̣[σσης Ἀρσινόης].
Search Help