Proxeny decree for Kephisophon, son of Antiphilos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 278 — ArchEph (1925/26) 22, 138
1 [ἄρχοντος ἐν κ]οινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου,
[ἱερέως] δὲ τοῦ Ἀμφιεράου Νικίππου,
[Ἑρμόδωρος Ὀλ]υμπίχου εἶπε[ν· ἐπει]δὴ Κηφισοφῶν εὔνους ὑπάρχε[ι]
[τῆι πόλει κοινῆι κα]ὶ λέγων κ[αὶ πράτ]των ὑπὲρ αὐτῆς διατελεῖ τὰ
5 [συμφέροντα διὰ π]αντός, ἰδία[ι δὲ τ]ῶν πολιτῶν τοῖς δεομένοις πα-
[ρέχεται χρείας ἐν] παντὶ κα[ιρῶι], δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
[μωι· Κηφισοφῶντα Ἀ]ντιφίλου [Ἀθην]αῖον πρόξενον εἶναι καὶ εὐ-
[εργέτην τῆς τῶν Ὠρ]ωπίων πό[λεω]ς αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
[αὐτῶι γῆς καὶ οἰκίας] ἔνκτ[ησιν κ]αὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ
10 [ἀσφάλειαν καὶ πολέ]μου ὄ[ντος κ]αὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα-
[τὰ θάλατταν καὶ τὰ ἄλλα ὑπάρχ]ειν αὐτῶι ὅσαπερ καὶ τοῖς ἄλλοις
[προξένοις καὶ εὐεργέταις].
Search Help
Contact Us