Proxeny decree for Eupolemos, son of Eudemos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 255
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Φίλωνος, ἐπὶ δὲ πόλεως Θεοτίμου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Νικίππου,
Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Εὐπόλεμος εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττων
ἀεὶ τὰ συμφέροντα ἐμ παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐπόλεμον Ε[ὐ]-
δήμου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ̣[ῶι γῆς]
5 καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης κ[αὶ τὰ ἄλ]-
λα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help