Proxeny decree for Hedylos, son of Eupolemos, of Thera.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 262
1 Καλλίστρατος Ἀντιδότου εἶπεν· ἐπειδὴ
Ἡδύλος εὔνους ὢν διατελεῖ καὶ τῶν πολιτῶν
ἀεὶ τοῖς δεομένοις χρείαν παρέχεται ἐν παν-
τὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
5 Ἡδύλον Εὐπολέμου Θηραέα πρόξενον εἶναι καὶ
εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ
ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτη-
σιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου
10 ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν
αὐτῶι καθάπερ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις.
Search Help
Contact Us