Proxeny decree for Demetrios, son of Ouliades, of Bargylia. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 45, 75
1 | [ἱ]ερέως Ἀθηνοδώρου, μηνὸς Ὁμολωΐου, Πίργης Ἀρχιππίδου εἶπεν· ἐπειδὴ Δημήτριος εὔνους ἐστὶ κοινεῖ τε |
τεῖ πολεῖ Ὠρωπίων καὶ ἰδίαι τοῖς χρείαν ἔχουσιν τῶν πολιτῶν διατελεῖ βοηθῶν καὶ λέγων καὶ πράττων ὑπὲρ αὐτῶ[ν] | |
ἐν παντὶ καιρῶι τὰ συνφέροντα, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Δημήτριον Οὐλιάδου Βαργυλιήτην πρόξενον | |
εἶνα<ι> τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν | |
5 | καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα |
[καθά]περ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |