Proxeny decree for Herakleitos, son of Artemidoros, of Pella. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — SEG 47.493
1 ἄρχοντος ἐν κοινῶι Δί[ω]νος, ἱερέως τοῦ Ἀμφιερ[ά]ου Ἀθηνοδώρου,
[μη]νὸ[ς Ὁ]μ[ολωΐου], vv Νίκιππος Γοργίωνος εἶπεν· ἐπειδὴ Ἡράκλειτο[ς]
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶ[ι]
δήμωι· Ἡράκλειτον Ἀρτεμιδώρου Μακεδόνα ἐκ Πέλλης πρόξενον ε[ἶ]-
5 ναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐ[κ]γόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κα-
τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντ[α]
[κ]αθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us