Proxeny decree for Pantias and Gorgias, sons of Pantias, of Lakonia. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 337
1 Ἀρίστανδρος Καλλιγείτονος εἶπεν· ἐπειδὴ
Παντίας καὶ Γοργίας Παντίου Λάκωνες εὔνους ὄντες
διατελοῦσιν καὶ χρήσιμοι τῆι πόλει Ὠρωπίων καὶ κοινῇ
καὶ ἰδίαι πᾶσι τοῖς δεομένοις τῶμ πολιτῶν χρείας παρέ-
5 χονται, δεδόχθαι τῶι δήμωι· προξένους εἶναι τῆς πόλεως
Ὠρωπίων καὶ αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης
καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ
10 εὐεργέταις.
Search Help
Contact Us