Proxeny decree for Pantias and Gorgias, sons of Pantias, of Lakonia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 337
| 1 | Ἀρίστανδρος Καλλιγείτονος εἶπεν· ἐπειδὴ |
| Παντίας καὶ Γοργίας Παντίου Λάκωνες εὔνους ὄντες | |
| διατελοῦσιν καὶ χρήσιμοι τῆι πόλει Ὠρωπίων καὶ κοινῇ | |
| καὶ ἰδίαι πᾶσι τοῖς δεομένοις τῶμ πολιτῶν χρείας παρέ- | |
| 5 | χονται, δεδόχθαι τῶι δήμωι· προξένους εἶναι τῆς πόλεως |
| Ὠρωπίων καὶ αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ | |
| οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
| καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης | |
| καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
| 10 | εὐεργέταις. |