Proxeny decree for Pantias and Gorgias, sons of Pantias, of Lakonia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 337
1 | Ἀρίστανδρος Καλλιγείτονος εἶπεν· ἐπειδὴ |
Παντίας καὶ Γοργίας Παντίου Λάκωνες εὔνους ὄντες | |
διατελοῦσιν καὶ χρήσιμοι τῆι πόλει Ὠρωπίων καὶ κοινῇ | |
καὶ ἰδίαι πᾶσι τοῖς δεομένοις τῶμ πολιτῶν χρείας παρέ- | |
5 | χονται, δεδόχθαι τῶι δήμωι· προξένους εἶναι τῆς πόλεως |
Ὠρωπίων καὶ αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ | |
οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης | |
καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
10 | εὐεργέταις. |