Proxeny decree for Strombichos, son of Agathokles, of Thasos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 348
| 1 | [ἱερέως Κτη]σιφῶντος, Πύθ[ων Καλλι]γείτ[ο]νος εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Στρόνβιχον Ἀγαθοκλέους Θάσιον |
| [πρόξενον] εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
| [γῆς καὶ οἰκί]ας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
| [καὶ πολέμ]ου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα | |
| 5 | [καθάπερ τοῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις. |