Proxeny decree for Prokles, son of Philokomides, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 347
| 1 | [— — — —]ς̣ Ἀναξιδάμο[υ] εἶπεν· δεδόχθαι τῶι δήμωι· Προκλῆν Φιλοκωμίδου Ἀθηναῖον |
| [πρόξενο]ν εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας | |
| [ἔγκτησιν] καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν | |
| [καὶ κατὰ θάλ]ατταν καὶ τἆλλα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |