Proxeny decree for Hipparchos, son of Memnon, of Corinth. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 309
| 1 | Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Ἵππα̣[ρχος] |
| εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττω̣[ν τὰ συμ]- | |
| φέροντα καὶ κατὰ τὴν τέχνην ἐμ παντὶ καιρῶι δια[τελ]ε̣ῖ̣, | |
| δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἵππαρχον Μέμ[ν]ονος | |
| 5 | Κορίνθιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠ- |
| ρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι τε καὶ τοῖς | |
| ἐκγόνοις γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσ- | |
| φάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ | |
| κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν | |
| 10 | αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις |
| τῆς πόλεως γέγραπται. |