Proxeny decree for Telesippos, son of Timotheos, of Athens. Crowning block of black stone from a statue base, broken on the right.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 225-200 BC — IG VII 308
| 1 | ἄρχοντος ἐν τῶι κοινῶι Βοιωτῶν Ποτιδαΐχου, ἱερέ[ως δὲ] |
| τοῦ Ἀμφιαράου Ὠρωποδώρου, μηνὸς Ὁμολωΐου, Ἀμφίν[ικος] | |
| Πυθίωνος v εἶπεν· ἐπειδὴ Τελέσιππος Τιμοθέο[υ] | |
| εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τοῖς δεομέ[νοις παρέχεται] | |
| 5 | χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμ[ωι· Τελέσιππον] |
| Τιμοθέου Ἀθηναῖον πρόξενον vvv εἶναι τῆς πόλεως α̣[ὐτὸν καὶ] | |
| ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσ[οτέλειαν] | |
| καὶ ἀσυλίαν καὶ πολέ%⁸⁰μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κ[ατὰ] | |
| [θάλα]τταν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς λοιποῖς πρ[οξένοις] | |
| 10 | [γέγ]ραπται. |