Proxeny decree for Sosigenes, son of Dionysios, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 260
| 1 | [Κα]λλιγείτων Ἀριστάνδρου [ε]ἶπεν· ἐπειδὴ Σωσιγένης εὔνους |
| [ὢν δι]ατελεῖ τῆι πόλει Ὠρωπίων, [δ]εδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| Σωσιγένην Διονυσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτ- | |
| ην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι | |
| 5 | αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν |
| καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρή- | |
| νης καὶ τἆλλα πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις γέγραπται. |