Proxeny decree for Sophanes, son of Dionysios, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 258
| 1 | [ἱερέως Κλεο]μάχου· |
| [— — — — — — — — εἶπεν]· ἐπειδὴ Σωφάνης εὔνους ὢν δι- | |
| [ατελεῖ τεῖ πόλει καὶ τοῖς δ]εομένοις ἀεὶ τῶν πολιτῶν π[α]- | |
| [ρέχεται χρείας ἐν π]αν[τὶ κα]ιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ [τῶι] | |
| 5 | [δήμωι· Σωφάνην Διον]υσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐερ- |
| [γέτην τῆς πόλεως Ὠ]ρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
| [τῶι γῆς καὶ οἰκίας ἔγκ]τησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφά- | |
| [λειαν καὶ κατὰ γῆν κα]ὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ | |
| [εἰρήνης καὶ τὰ ἄλλα π]άντα ὑπάρχειν αὐτῶι καθάπερ τοῖς | |
| 10 | [ἄλλοις προξένοις καὶ] εὐεργέταις· vacat |
| [ἐπεψήφιζεν Φ]ιλοκύδης Σωφίλου. vacat |