Proxeny decree for Herakleitos, son of Euandros, of Kassandreia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 247
| 1 | ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Φίλωνος, ἱερέως |
| δὲ τοῦ Ἀμφιαράου Θεοδώρου, μηνὸς Ἀγριωνίου | |
| πέμπτει ἐπὶ δέκα, ἐπεψήφιζεν Ἀντίπατρος | |
| Ἀρχιλόχου, vacat | |
| 5 | Μείλιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ |
| Ἡράκλειτος εὔνους ὢν διατελεῖ τεῖ πόλει | |
| Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχου- | |
| σιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει, | |
| δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἡράκλειτον | |
| 10 | Εὐάνδρου Κασσανδρέα πρόξενον εἶναι καὶ |
| εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐ- | |
| τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυλίαν καὶ ἀσφά- | |
| λειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ | |
| 15 | γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα |
| ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις γέγραπται. |