Proxeny decree for Menekrates, son of Hipparchos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230-225 BC — IG VII 246
| 1 | ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Ἀπολλοδώρου |
| ἐπὶ δὲ πόλεως Παυσανίου, ἱερέως τοῦ Ἀμ%⁸⁰- | |
| φιαράου Γλαύκωνος, μηνὸς Ὁμολωΐου vv | |
| ἑβδόμει ἱσταμένου, vacat | |
| 5 | Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Μενεκρά- |
| της εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων | |
| καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- | |
| τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τεῖ v | |
| βουλεῖ καὶ τῶι δήμωι· Μενεκράτην Ἱππάρχου v | |
| 10 | Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- |
| ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ- | |
| λίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης | |
| καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα | |
| 15 | πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις γέγραπται. |