Proxeny decree for Timon, son of Timonax, of Thasos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 47, 76
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἑρμαίου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Αἰσχίνου, μηνὸς Πανάμου ἑβδόμει
ἱσταμένου, Εὔβουλος Ἀμύντου εἶπεν· ἐπειδὴ Τί[μ]ων εὔνους ὢν διατελεῖ τεῖ πόλει καὶ τοῖς δεομέ-
νοις ἀεὶ τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τίμωνα
Τιμώνακτος Θάσιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶ-
5 ναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησι[ν] καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κα-
τὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us