Proxeny decree for Timon, son of Timonax, of Thasos. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 47, 76
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἑρμαίου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Αἰσχίνου, μηνὸς Πανάμου ἑβδόμει |
| ἱσταμένου, Εὔβουλος Ἀμύντου εἶπεν· ἐπειδὴ Τί[μ]ων εὔνους ὢν διατελεῖ τεῖ πόλει καὶ τοῖς δεομέ- | |
| νοις ἀεὶ τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τίμωνα | |
| Τιμώνακτος Θάσιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶ- | |
| 5 | ναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησι[ν] καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κα- |
| τὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις γέγραπται. |