Proxeny decree for Menophilos, son of Agathokles, of Halikarnassos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 66
| 1 | Λύσανδρος Αἴσχρωνος εἶπεν· ἐπειδὴ Μηνόφιλος εὔνους τε ὢν |
| διατελεῖ τεῖ πόλει καὶ λέγων καὶ πράττων τὰ συνφέροντα π<ε>ρὶ | |
| τῆς πόλεως ἐν παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι | |
| δήμωι· Μηνόφιλον Ἀγαθοκλέους Ἁλικαρνασσέα πρόξενον | |
| 5 | εἶναι καὶ εὐεργέτην τῆς πόλεως αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι |
| αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν | |
| καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν | |
| καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι | |
| ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |