Proxeny decree for Theaitetos, son of Kephisophon, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 269
1 ἱερέως Ἀσώπωνος, Ἀρίστανδρος Καλλιγείτονος
εἶπε· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Θεαίτητον
Κηφισοφῶντος Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως
Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
5 καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us