Proxeny decree for Theaitetos, son of Kephisophon, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 269
| 1 | ἱερέως Ἀσώπωνος, Ἀρίστανδρος Καλλιγείτονος |
| εἶπε· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Θεαίτητον | |
| Κηφισοφῶντος Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως | |
| Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| 5 | καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν |
| καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν | |
| καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ | |
| τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |