Proxeny decree for Epikydes, son of Ktesikles, of Chalkis. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — undated — ArchEph (1919) 56, 100 — SEG 1.103
| 1 | [․․․]ων [Τ]ι̣μ̣οξένο[υ] εἶπεν· δεδό[χθ]αι |
| τῶι δήμωι· Ἐπικύδην Κτησικλέου | |
| Χαλκιδέα πρόξενον εἶναι τῆς | |
| πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκ- | |
| 5 | γόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ |
| οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν | |
| καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πο- | |
| λέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα- | |
| τὰ θάλατταν καὶ τἆλλα πάντα | |
| 10 | καθάπερ καὶ τοῖς ἄλλοις προξέ- |
| νοις καὶ εὐεργέταις. |