[ ]
Italia (Campania) — Neapolis (Napoli) — Rom. Imp. period — IG XIV 803
| 1 | Τρεινακρία γαία με λοχεύσατο, τοὔνομα Οὐήραν, |
| σωφροσύνης βιότῳ κῦδος ἐνεικαμένην. | |
| κουρίδιος δὲ πόσις κρύψε χθονὶ τῇδε καλύψας | |
| δακρυχέων ἐπ’ ἐμοὶ συχνὸν ἀπὸ βλεφάρων | |
| 5 | κηδεύσας ἀρετῇσ’ ἀντάξιον ἡμετέρῃσιν, |
| ἡλικίης ἐτέων εἴκοσι καὶ τετόρων. | |
| ὢ θνητῶν ὀλίγος τε βίος καὶ ἄφευκτος ἀνάγκη, | |
| ὥς με τάχος βιότου νόσφισε καὶ γαμέτου. | |
| Cornelianus scriba coniugi | |
| 10 | inconparabili contra votum. |