[ ]
Italia (Campania) — Neapolis (Napoli) — 1st c. AD — IG XIV 769
| 1 | ἄγγελε Φερσεφόνης, Ἑρμῆ, τίνα τόνδε προπομπεῖς |
| εἰς τὸν ἀμείδητον Τάρταρον Ἀΐδεω; | |
| μοῖρά τις ἀεικέλιος τὸν Ἀρίστων’ ἥρπασ’ ἀπ’ αὐγῆς | |
| ἑπταέτηι· μέσσος δ’ ἐστὶν ὁ παῖς γενετῶν. | |
| 5 | δακρυχαρὴς Πλούτων, οὐ πνε<ύ>ματα πάντα βρότεια |
| σοὶ νέμεται; τί τρυγᾶϊς ὄμφακας ἡλικίης; |