[ ] Italia (Campania) — Neapolis (Napoli) — ca. 110 AD — IG XIV 747 — cf. I.Napoli II, p. 142
See also:
1          ἀγαθῆι τύχηι.
ἡ φιλοσέβαστος καὶ φιλορώμα[ιος Ἀλε]-
 ξανδρέων περιπολιστικὴ εὐσεβὴ[ς σύνοδος]
 ἐτίμησεν ∙ Τ(ίτον) ∙ Φλάουιον ∙ Κυρ(είνα) ∙ Ἀρχίβιον τὸν [․․c.7․․]
5  Ἀλεξανδρέα, ἀρχιερέα διὰ βίου τοῦ σύμπ[αντος ξυστοῦ],
 παραδοξονίκην, νικήσαντα τὴν ∙ σκ ∙ ὀλυ[μπιάδα καὶ]
 τὴν ∙ σκα ∙ ὀλυμπιάδα ἀνδρῶν παγκράτ[ιον καὶ ἐν]
 Ῥώμηι τὰ μεγάλα Καπετώλεια τὴν τρίτη[ν πενταετηρίδα]
 ἀγενείων παγκράτιον στεφανωθέντα κα[ὶ τὴν τετάρτην]
10  ἀνδρῶν παγκράτιον νικήσαντα καὶ τὴν πέμπ[την ἀνδρῶν]
 παγκράτιον στεφανωθέντα καὶ τὴν ἕκτην ὁ[μοίως ἀνδρῶν]
 παγκράτιον στεφανωθέντα πρῶτον ἀνθρώπω[ν· τὰ ἐν ․c.5․]
 Ἡράκλεια ἐπινίκια Αὐτοκράτορος Νέρουα Τραιανοῦ Κ[αίσαρος Σεβαστοῦ]
 Γερμανικοῦ Δακικοῦ στεφανωθέντα ἀνδρῶν παγκρά[τιον· Πύθια ἀγενείων]
15  παγκράτιον καὶ τῆι ἑξῆς πυθιάδι ἀνδρῶν πάλην καὶ π[αγκράτιον καὶ τῆι]
 ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· Νέμεια π[αίδων παγκράτιον]
 καὶ τρὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀν[θρώπων· ․․․c.9․․․]
 ἀνδρῶν παγκράτιον· Ἄκτια ἀγενείων πάλη<ν> παγκράτ[ιον καὶ (num.) κατὰ]
 τὸ ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· Νέαν π[όλιν ἀγενείων]
20  παγκράτιον καὶ δὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν παγκράτιον· [․․c.8․․․ ἀγενεί]-
 ων πάλην παγκράτιον καὶ δὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν πάλην παγκρ[άτιον, καὶ τῇ ἑξῆς]
 ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· τὰ ἐν Ἐφέσωι Βαλβίλλεια [ἀνδρῶν πάλην πυγ]-
 μὴν παγκράτιον πρῶτον ἀνθρώπων καὶ τὸν ἐν Ἀντιοχείαι ἱερὸν πεν[ταετηρικὸν ἀγῶνα]
 Ἀκτιακῶν παίδων παγκράτιον καὶ τῆι ἑξῆς πενταετηρίδι ἀγεν[είων πάλην καὶ πυγ]-
25  μὴν καὶ τῆι ἑξῆς ἀνδρῶν παγκράτιον καὶ τῆι ἑξῆς ὁμοίως ἀνδ[ρῶν παγκράτιον]
 πρῶτον ἀνθρώπων· Σμύρναν κοινὸν Ἀσίας ἀγενείων πά[λην παγκράτιον]
 καὶ τὸν ἐν Ἀλεξανδρείᾳ ἱερὸν πενταετηρικὸν ἀγῶνα Ἀκ[τιακῶν παίδων]
 παγκράτιον καὶ μετὰ μίαν πενταετηρίδα ἀνδρῶν πα[γκράτιον]
 καὶ τῆι ἑξῆς ὁμοίως ἀνδρῶν παγκράτιον καὶ τῆι ἑ[ξῆς — — —]
30  ἀνδρῶν πάλην παγκράτιον πρῶτον ἀνθρώπων· ἔχε[ι δὲ καὶ τὴν ἐξ]
 Ἄργους ἀσπίδα καὶ ἄλλους πλείστους πενταετηρικ[οὺς ἀγῶνας]
 παίδων, ἀγενείων, ἀνδρῶν πάλας καὶ παγκράτια.
Search Help
Contact Us