[ ] Scythia Minor — Kallatis (Mangalia) — Kostena Rjaka — ca. 253 BC — AEMÖ 10 (1886) 197-201 — SGDI III,1 3089
[— — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — τὰ ἀξιο]ύ̣μ̣εν̣[α(?) ․․]
[— — — — — — — — τᾶς πόλ]ιος ἁμῶ[ν ἐπ]-
[ηγγείλατο πᾶσαν προθυμί]αν καὶ ἐκτ[ένει]-
[αν παρέχειν ποτὶ τὰ βελτίο]να τοῦ δά̣[μου],
5 [τῶν δὲ τᾶι πόλι οὐκ ὠλιγ]ωρημένων [τε]
[κινδύνων καὶ συμφορ]ᾶ̣ν ὑπερτιθέμ[ενος]
[οὔτε δαπάναν οὔ]τε κακοπαθίαν [ποτεπ]-
[ηγγείλατο] τ̣ῶ[ι] δάμωι τι τῶν ποτὶ χ̣[ρείαν]
[ὄντων τᾶι π]όλ[ι] ἐ̣[κ]πονῆσαι, τοῦ τε βασ[ιλέος]
10 [․․․․․․․․] ἀ̣ξι[ω]θ̣έντος ὑπὸ ἅ<μ>α Βιθ[υνῶν]
[καὶ Μιλα]σ̣ίων, ὅπως λύσῃ τὸν ποτ’ Ἰσ[τρια]-
[νοὺς ἤδ]η ἐνεστακότα πόλεμον, ἐξαπο̣[σ]-
[ταλε]ὶ̣ς ἐκτενῶς καὶ προθύμως καὶ με[τὰ]
[πα]ρ̣ρησίας ἐχρημάτιξεν περὶ τῶν [τᾶς]
15 [π]όλιος δικαίων· ὅπως οὖν καὶ ὁ δᾶ[μος]
[φ]αίνηται τοὺς εὐνοοῦντας ἑαυτῶι κα[ὶ κα]-
[λ]ο[ὺ]ς καὶ ἀγαθοὺς ἄνδρας τιμῶν καθηκ̣[όν]-
[τ]ως, ἐπαινε[ῖ]σθαι μὲν ἐπὶ τούτοις τόν τε [δᾶ]-
[μ]ον τὸν Ἀπ̣ο̣λλωνιατᾶν ἔχοντα τὸν προ[θύ]-
20 μως ἀντιλαμβανόμενον τᾶς Καλλατ[ια]-
νῶν σωτηρίας καὶ Στρατώνακτα Λυγ[δά]-
μιος· δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμ[ωι]·
ἐ̣παγγείλασθαι αὐτῶι, ὅτι ὁ δᾶμος ἀπ̣[οκα]-
τ̣ασταθέντων αὑτῶι τῶν πραγμάτ̣[ων]
25 [ε]ἰ̣ς τὰν ἐξ ἀρχᾶς διάθεσιν καὶ τηροῦν[τος]
[α]ὐτοῦ τὰν αἵρεσιν, ἃν ἔχων διατελεῖ [ποτὶ]
[τ]ὰ κοινά, ἀξίως αὐτὸν ἐπιστραφησε[ῖσθαι]
[τ]ῶν γεγονότων εἰς αὑτὸν εὐεργε[τημά]-
τ̣ων· ἀποστεῖλαι δὲ τοὺς στρατα[γοὺς τὸ]
30 [ἀ]ντίγραφον τοῖς Ἀπολλωνιατᾶν ἄ[ρχουσι]
κ̣αὶ παρ<α>καλέσαι αὐτοὺς τὸν ἔπαιν̣[ον ἀνα]-
[θέ]μεν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸ[ν τὸν τό]-
πον ἐπιτάδειον ἐκλεξαμένου̣[ς· καλέ]-
[σ]α̣ι δὲ αὐτὸν καὶ τὸν βασιλέα ε[ἰς τὸ πρυ]-
35 [τ]α̣νεῖον· τοὺς δὲ προβούλους τ̣[οὺς προ]-
[β]ουλεύοντας τὸν μῆνα τὸν [․․c.8․․․]
[ἀπ]οδεῖξαι τόπον ἐν τ̣[ῶι Σαμοθραικίωι]
[εἰ]ς ὃν ἀνατεθησεῖται [․․․․c.12․․․․]
[ὁ] τ̣ελα̣μών· τ̣[ὸ] δ̣’ [ἐσσούμενον ἀνά]-
40 [λωμα ὑ]ποτε[λέσαι τὸν ταμίαν].
Search Help
Contact Us