[ ]
Scythia Minor — Tomis (Constanța) — Cumpăna — 1st c. BC
| 1 | ἁγνὸν ὑπὲρ θιάσοιο πυρίβρομέ σοι τὸ [δ’ ἄγαλμα] |
| δῶρον ἀπὸ σφετέρας ὤπασεν ἐργ̣[ασίας] | |
| [μ]υστικὸν ἐμ βακχοῖσι λαχὼν στέφος [— — —] | |
| Π̣άρμιδος, ἀρχαίην δεικνύμενος τ[ελετήν]. | |
| 5 | ἀλλὰ σύ, ταυρόκερως, Ἑρμαγένεος χε[ρὸς ἔργον] |
| [δ]έξαι καὶ Πασοῦς σῶζε ἱερὸν θίασ[ον]. |