[ ] Scythia Minor — Istros-Histria — ca. 200 BC — SEG 24.1095
See also:
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνιεύοντος Δι-
[ον]υσίου τοῦ Βιάνορος, Ἀπολλώνιος Κλεομβρότου εἶ[π]-
[ε]ν· ἐπειδὴ Ἀγαθοκλῆς Ἀντιφίλου, πατρὸς ὢν εὐεργ-
[έ]του, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὢν διατελεῖ περὶ τὴν π[ό]-
5 λιν καὶ τοὺς π[ο]λίτας, πρόθυμον ἑαυτὸν παρεχόμενο[ς]
[ἐ]μ πᾶσι τοῖς τῆς πόλεως καιρ̣οῖς ἔν τε ταῖς ἀρχαῖς κα[ὶ]
ταῖς ἐπιμελείαις καὶ συνεδρ̣είαις λέγων καὶ πράσσ[ων]
ἀεὶ τὰ βέλτ[ισ]τα δι[α]τελεῖ τῶι δήμωι· τῆς τε [πόλεως]
οὔσης ἐν τα[ρ]αχῆι καὶ πειρατευ[όν]των Θραικῶν οὐκ [ὀλί]-
10 γων τήν τ̣[ε χ]ώραν καὶ τὴν [πόλ]ι[ν], τ[ῶ]ν δ[ὲ θ]ερῶν ὄντ[ων]
[ὑ]πογύων καὶ τῶν πολιτῶν ἐν ἀγωνίαι καθεστώτ[ων], α[ἱρε]-
[θ]εὶς τοξάρχης καὶ λαβὼν στρατιώτας μισθοφόρους [δι]ε[φύ]-
λαξε τήν τε χώραν καὶ τὰ θέρη ἐποίησε[ν] τοὺς πολίτ[ας]
[ἀ]βλαβῶς συναγαγεῖν· Θραικῶν τε τῶν̣ πε[ρὶ] Ζ[ολτην με]-
15 [τ]ὰ̣ στρατοπέδου μείζον[ος π]αραγ[ιν]ομέ̣[νων εἴς τε τὴν]
Σκυθίαν καὶ τὰς [Ἑ]λληνίδας πόλεις τὰς [τασσομένα]ς ὑπ[ὸ βασι]-
λέα Ῥημαξον, α<ἱρ>εθεὶς πρεζβευτὴς {²⁶πρεσβευτὴς}²⁶ ἀπ̣ε[δήμησ]εν [διὰ τῆς]
πολεμίας ἔθνη πλείονα διελθὼν ο[ὐδένα κίν]δυνον ὑπ[οστει]-
[λ]άμενος καὶ ἔπεισε τοὺς βαρβάρ̣ους μ[ὴ μόν]ον [μὴ βιά]-
20 σασθαι τὴν πόλιν ἡμῶν, ἀλλὰ καὶ [τὰ κ]τ̣[ή]ν[η τὰ πρ]ότε[ρ]ον ὑπ[ὸ πει]-
ρατῶν συ̣[ν]απηγμένα τῶι̣ [δήμωι ἀποδοῦ]ναι [․․․ ὑπὸ Ζο]λτ[ην {²Ζ[․]ΛΤ, (facs.)}² τε]-
ταγμένων ἀναζητήσα[ν]τας [ἀνασῶισαι π]άντα· [κα]ὶ μ[ετὰ]
[τ]ούτων ἔσπευσεν αὐτοὺς Γ[․․․10-12․․․]ΕΙΣΙΑ[․]ΜΗ[․․]ΣΙ[․․]
τὴν πόλιν δοῦναι πέντ[ε τ(άλαντα)? ὥ]στ[ε] συνθέσθαι πρὸς τὴν [πό]-
25 λιν ὑπὲρ β̣ίου· μετὰ δὲ ταῦτα, ἐμβ[αλό]ν̣των αὐτῶν εἰς τὴν χ[ώρ]-
αν καὶ Βιζώνην μὲν πολιορκούντων τήν τε χώραν πορθο[ύν]-
των, τῶν δὲ θερῶν ἡμῖν ὄντων ὑπογύων, αἱρεθεὶ[ς]
πρεζβευτὴς καὶ ἀπο{ι}δημήσας {²⁶ἀποδημήσας}²⁶ ἐπὶ τὸ στρα[τό]-
[π]εδον, τῶν πολιτῶν αὐτῶι πρόσταγμα δόντων κ̣[α]-
30 τὰ τρόπον ἐξαγοράζειν τὴν χώραν καὶ τὰ θέρη, ἔπεισ[ε]
Ζολτην καὶ τοὺς Θρᾶικας, [ἀ]πὸ χρυσῶν ἑξ[ακ]οσίων μ[ὴ ἐμ]-
[βα]λε<ῖ>ν εἰς τὴν χώραν μήτε ἐγγῖσαι τῆς πόλεως, δι’ [ὃ] συνέ[βη τοὺς]
[π]ολίτας [κ]υριεῦσαι πάντων [τ]ῶν ἀπὸ τῆς χώρας καρ̣[πῶν· πά]-
λιν δὲ αἱρεθεὶς πρ[ε]ζ[β]ευτὴς εἰς τὴν Θράικην κα̣[ὶ πρὸς]
35 [τὸ]ν ἄρχοντα αὐτῶν Ζ[ολ]τη[ν],[νε]νεώσατ[ο] μ̣[ὲν] τὰ[ς γε]-
[γε]νημένας ὁμολογίας καὶ συνθήκ̣[ας πρὸς α]ὐτούς· αἰσθόμεν-
[ος] δὲ συναγωγήν τινα γινομένη[ν πειρ]ατῶν πλειό[ν]ων, ἐν[έ]-
[δει]ξεμ μ̣ὲν τῶι Ζολτηι, ἐνεφάνισεν̣ [δ’ ἀνε]λθὼν καὶ τοῖς πολ[ί]-
[ταις, δ]ι’ ὃ συνέβη τὴν ἐπιβουλὴν αὐτ[ῶν][π]ρακτον [γ]ενέσ[θαι]·
40 [παραβά]ν[τ]ων δὲ τῶν Θρ[αι]κῶν τοὺς ὅ[ρκ]ους καὶ τὰς ὁμο[λογίας]
[καὶ π]οιο[υ]μένων ἐπιδρομ[ὰς] συνεχε[ῖ]ς, αἱρεθεὶς ὑπὸ τοῦ [δή]-
[μο]υ στρα[τη]γὸς ἐπὶ τῆς [χώ]ρας [αὐ]τοκράτωρ, λαβὼν τῶ̣[ν τε]
[π]ολιτῶν ἐ[θελ]οντὰς στρατιώτας καὶ τῶν συμφευγόν[των]
[β]αρβάρων ε[ἰς τὴ]ν̣ πόλιν, διετήρησεν ἀσφαλῶς τήν τε χώρα[ν]
45 [κ]αὶ τὰ κτήν[η καὶ τὰ] θέρη μέχρι τῆς διαβάσεως τῆς το[ῦ]
[βα]σιλέως Ῥη[μαξου]· διαβάντος τε τοῦ βασιλέως εἰς τὸ [πέ]-
[ρα]ν, φυλακὴν δ[ὲ διὰ τὸ δέ]ος οὐ καταλιπόντος, ἀποστείλ[αν]-
[το]ς δὲ ἀγγέλου[ς καὶ ἀπ]αιτοῦντος τὸν φόρον, τῆς χώρα[ς]
[οὔ]σης ἐμ πολέμωι, αἱρε[θεὶ]ς̣ πρεζβευτὴς καὶ ἀποδημήσα[ς]
50 [κα]τὰ πλοῦν, ἔπεισε τὸν [βασι]λέα Ῥημαξον δοῦναι εἰς [προ]φυλ[α]-
[κὴν ἱ]ππεῖς ἑκα{ι}τόν {²⁶ἑκατόν}²⁶· ἐφόδου δ[ὲ μ]είζονος τῶν Θραικῶν προσ-
[πεσ]ο̣ύσης το[ῖ]ς προφύλαξιν κ[αὶ ἀ]ναχωρησάντων αὐτῶν
[εἰς τὸ π]έραν διὰ τὸμ [φό]βον, τῆ[ς τ]ε̣ χώρας οὔσης ἀφυλάκτου, αἱρ-
[εθεὶς] πρεζβευτὴς πρὸς τὸν υ[ἱὸ]ν τοῦ βασιλέως Φραδ[μονα],
55 [ἔπεισεν α]ὐτὸν δοῦναι προφυλ[ακὴ]ν ἱπ[πέ]ων ἑξακοσίων· οὗ[τοι]
[δὲ ὑπερέχο]ντες τῶν στρατοπ[έδ]ω[ν κατεν]ίκων τόν τε [ἄρχον]-
[τα αὐτῶν Ζο]λτην κα[ὶ] π[․․․9-10․․․]ΟΣ Θραικῶν [— — — —]
[— — — — — — — — — — — — — — — — — — — —]ΓΕ[— — — — —]
Search Help
Contact Us