{²corona}² | |
1 | [ἀγαθῆι τύχηι. ἔ]δοξε τῆι βουλῆι [καὶ] τῶι [δ]ήμωι ἐπιμη[νιεύ]- |
[οντος ․․․․․․․]δώρου τοῦ Ἁρμο̣δ[ί]ου [․․․]ιστα[․․․․]σιτου [εἶ]- | |
[πεν· ἐπειδὴ Δι]ογένης Διογένους πα[․․․․․․․․․․]π[․․․․․․․․․] | |
[․․․ πρό]τερόν τε χρείαν ἔχοντος τοῦ δ[ήμου το]ῖς | |
5 | [․․․ ἐδανίσα]το χρυσοῦς πεντακοσίους ἀ[τόκους ․․․]κ․․․υ |
[․․․․․․․․] χρημάτων ὅπως σιτωνηθῇ τῶ[ι δήμωι ․․․․ ἐπὶ δὲ] | |
[ἱέρεω Ἀπόλλ]ωνος Ἰατροῦ Ἀγαθήνορος τοῦ Σιμύλ[ου] καὶ Σ․Ε․ | |
[․․․․․․․․․]οντος, ὢν αὐτοῦ θυγατριδοῦς, δίδωσι χρυσοῦς | |
[(e.g.) χιλίους] πεντακοσίους ἀτόκους ἐμ παισὶν [ὢ]ν ὅπως ὑ- | |
10 | [πάρξηι τροφ]ὴ τῶι δήμωι· ἐπαινέσαι ἐπὶ τούτοις Δ[ιο]γένην |
[Διογένους κ]αὶ ἀναγράψαι εὐεργέτην τοῦ δήμου· στεφα- | |
[νοῦσθαι] δ’ αὐτὸν καὶ ἐμ πᾶσι τοῖς ἀγῶσι χρυσῶι στεφά- | |
[νωι] ἀ[ρε]τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· στῆσα- | |
[ι] δ’ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆι ἀγορᾶι οὗ ἂν αὐτὸς θέλη[ι]· | |
15 | ἀ[ν]ατεθ[εικ]ότος δὲ τὸ Μουσεῖον τοῦ πατρὸς αὐτοῦ Διογέ- |
[ν]ους τοῦ Γλαυκίου καὶ λελοιπότος εἰς θυσίαν ταῖς Μούσαι[ς] | |
καὶ σύν[ο]δον τῶι δήμωι χρυσοῦς τριακοσίους, εἶν[αι α]ὐτὸν ἱε- | |
ρέα Μουσῶν καὶ προθύειν τοῖς Μουσείοις· παρακαλεῖσθαι δὲ αὐ- | |
τὸν καὶ εἰς πάσας τὰς θυσίας τὰς δημοτελεῖ[ς κ]αὶ στεφα- | |
20 | νοφορεῖν μετέχοντα πάντων τῶν αὐτῶν τοῖς λοιποῖς |
ἱερεύσιν· κατὰ τα[ὐ]τὰ δὲ ὑπάρχειν τὴν ἱερωσύνην τοῖς ἐκ- | |
[γό]νοις αὐτοῦ τῶν ὄ[ν]των ἀεὶ τῶι πρεσβυτάτωι, ὅπως φιλοτιμώ- | |
[τεροι γίνωνται] παρακολουθοῦντες ὅτι ὁ δῆμος πάντας τιμ- | |
[ᾶι τοὺς αὐτὸν εὐεργετο]ῦντας· ὑπογραφῆναι δὲ τὸ ψήφισμα [το]- | |
25 | [ῦτο εἰς στήλας λιθίνας τρεῖς καὶ ἀνατεθῆναι —] ἑαυτ[— — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] |
IScM I
1