| {²corona}² | |
| 1 | [ἀγαθῆι τύχηι. ἔ]δοξε τῆι βουλῆι [καὶ] τῶι [δ]ήμωι ἐπιμη[νιεύ]- |
| [οντος ․․․․․․․]δώρου τοῦ Ἁρμο̣δ[ί]ου [․․․]ιστα[․․․․]σιτου [εἶ]- | |
| [πεν· ἐπειδὴ Δι]ογένης Διογένους πα[․․․․․․․․․․]π[․․․․․․․․․] | |
| [․․․ πρό]τερόν τε χρείαν ἔχοντος τοῦ δ[ήμου το]ῖς | |
| 5 | [․․․ ἐδανίσα]το χρυσοῦς πεντακοσίους ἀ[τόκους ․․․]κ․․․υ |
| [․․․․․․․․] χρημάτων ὅπως σιτωνηθῇ τῶ[ι δήμωι ․․․․ ἐπὶ δὲ] | |
| [ἱέρεω Ἀπόλλ]ωνος Ἰατροῦ Ἀγαθήνορος τοῦ Σιμύλ[ου] καὶ Σ․Ε․ | |
| [․․․․․․․․․]οντος, ὢν αὐτοῦ θυγατριδοῦς, δίδωσι χρυσοῦς | |
| [(e.g.) χιλίους] πεντακοσίους ἀτόκους ἐμ παισὶν [ὢ]ν ὅπως ὑ- | |
| 10 | [πάρξηι τροφ]ὴ τῶι δήμωι· ἐπαινέσαι ἐπὶ τούτοις Δ[ιο]γένην |
| [Διογένους κ]αὶ ἀναγράψαι εὐεργέτην τοῦ δήμου· στεφα- | |
| [νοῦσθαι] δ’ αὐτὸν καὶ ἐμ πᾶσι τοῖς ἀγῶσι χρυσῶι στεφά- | |
| [νωι] ἀ[ρε]τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· στῆσα- | |
| [ι] δ’ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆι ἀγορᾶι οὗ ἂν αὐτὸς θέλη[ι]· | |
| 15 | ἀ[ν]ατεθ[εικ]ότος δὲ τὸ Μουσεῖον τοῦ πατρὸς αὐτοῦ Διογέ- |
| [ν]ους τοῦ Γλαυκίου καὶ λελοιπότος εἰς θυσίαν ταῖς Μούσαι[ς] | |
| καὶ σύν[ο]δον τῶι δήμωι χρυσοῦς τριακοσίους, εἶν[αι α]ὐτὸν ἱε- | |
| ρέα Μουσῶν καὶ προθύειν τοῖς Μουσείοις· παρακαλεῖσθαι δὲ αὐ- | |
| τὸν καὶ εἰς πάσας τὰς θυσίας τὰς δημοτελεῖ[ς κ]αὶ στεφα- | |
| 20 | νοφορεῖν μετέχοντα πάντων τῶν αὐτῶν τοῖς λοιποῖς |
| ἱερεύσιν· κατὰ τα[ὐ]τὰ δὲ ὑπάρχειν τὴν ἱερωσύνην τοῖς ἐκ- | |
| [γό]νοις αὐτοῦ τῶν ὄ[ν]των ἀεὶ τῶι πρεσβυτάτωι, ὅπως φιλοτιμώ- | |
| [τεροι γίνωνται] παρακολουθοῦντες ὅτι ὁ δῆμος πάντας τιμ- | |
| [ᾶι τοὺς αὐτὸν εὐεργετο]ῦντας· ὑπογραφῆναι δὲ τὸ ψήφισμα [το]- | |
| 25 | [ῦτο εἰς στήλας λιθίνας τρεῖς καὶ ἀνατεθῆναι —] ἑαυτ[— — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] |
IScM I
1