[ ] Thrace — Maroneia — ca. 167 BC — Thrakike Epeteris 4 (1983) 419-449
[— — — — — — — — — — — — — — — — — — — —]
1 [ἱ]ερέω̣[ς Διὸς καὶ Ῥώμης Διονύσου καὶ Μάρωνος]
πρεσβε[υσάντων δεῖνος τοῦ δεῖνος],
Ἐπιγόνου το̣[ῦ δεῖνος, δεῖνος τοῦ]
Μητροφάνου, [․]ο̣[— — τοῦ δεῖνος, δεῖνος]
5 τοῦ Ἀθήνεω, Ἀγαθοκ̣[λέους τοῦ δεῖνος],
Πυθίωνος τοῦ Ἡραγόρου̣ [ποιεῖν τὸν δῆμον τὸν]
Ῥωμαίων καὶ τὸν δῆμον τὸν [Μαρωνιτῶν καὶ]
Αἰνίων τοὺς κεκριμένους ὑπὸ Λευκίο[υ Παύλου]
ἐλευθέρους καὶ πολιτευομένους με[τ’ αὐ]-
10 τῶν· φιλία καὶ συμμαχία καλὴ ἔστω καὶ κατὰ
γῆν καὶ κατὰ θάλασσαν εἰς τὸν ἅπαντα χρόνον,
πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος ὁ τῶν Μαρων[ι]-
τῶν τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ
δήμου τοῦ Ῥωμαίων διὰ τῆς ἰδίας χώρας καὶ ἧς
15 [ἂν] α̣ὐτοὶ κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βου̣-
λῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-
μαίων καὶ τοῖς ὑπ’ αὐτοὺς τασσομένοις πόλεμον̣
ἐκφέρωσιν, μήτε αὐτοὺς σίτωι μήτε ὅπλοις μή̣-
τε ναυσὶν μήτε χρήμασιν χορηγείτωσαν δημοσ[ίαι]
20 βουλῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-
μαίων πόλεμον ἐκφέρωσιν· ὁ δῆμος ὁ τῶν Ῥωμαί-
ων τοὺς πολεμίους καὶ ἀντιπο̣λεμίους τοῦ δήμου
τοῦ Μαρωνιτῶν διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν αὐτοὶ
κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βουλῆι δόλωι πο-
25 νηρῶι, ὥστε τῶι δήμωι τῶι Μαρωνιτῶν καὶ τοῖς ὑ̣-
π’ αὐτοὺς τασσομένοις πόλεμον ἐκφέρωσιν, μήτε̣
αὐτοὺς σίτωι μήτε ὅπλοις μήτε ναυσὶν μήτε χρήμα̣-
σιν χορηγείτωσαν δημοσίαι βουλῆι δόλωι πονηρῶι
τοῦ δήμου τοῦ Ῥωμαίων, ὥστε τῶι δήμωι τῶι Μαρωνι-
30 τῶν πόλεμον ἐκφέρωσιν· ἐάν τις πρότερος ἐκφέρηι τῶι
δήμωι τῶν Ῥωμαίων ἢ τοῖς ὑπὸ Ῥωμαίους τασσομένοις̣,
τότε ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν τῶι δήμωι τῶν Ῥωμαί-
ων κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τις πρότερος πόλε-
μον ἐκφέρηι τῶι δήμωι τῶν Μαρωνιτῶν ἢ τοῖς ὑπὸ Μαρω-
35 νίτας τασσομένοις, τότε ὁ δῆμος ὁ τῶν Ῥωμαίων τῶι δή-
μωι τῶι Μαρωνιτῶν κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τι
πρὸς ταύτην τὴν συμμαχίαν προσθεῖναι ἢ ἐξελεῖν ὁ δῆ-
μος ὁ τῶν Ῥωμαίων καὶ ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν βούλων-
ται, κοινῇ βουλῆι ἑκατέρων βουλομένων ἐξέστω καὶ ὃ ἂν προ-
40 σθῶσιν τοῦτο ἐν τῆι συμ<μ>αχίαι ἐνέστω, ὃ δὲ ἐὰν ἐξέλωσιν,
τοῦτο ἐν τῆι συμμαχίαι μὴ ἐνέστω· ταύτην τὴν συμμαχίαν γραφῆ-
ναι εἰς χάλκωμα καὶ ἀνατεθῆναι ἐ<ν> μὲν Ῥώμῃ ἐν τῷ Καπετωλίῳ,
ἐν δὲ Μαρωνείαι ἐν τῶι Διονυσίωι.
Search Help