[ ] Nicopolis ad Nestum (Garmen) — 3rd c. AD — SEG 28.581
1 δέρκεο σῆμα, φέριστε, καὶ εἴρεο
τίς κάμε τοῦτο. ❦ / Ἑρμογένης
ποθέων με, χαριζόμενος δ’ ἕο
παιδὶ ❦ / Θέκληι εὐπλοκάμ<ῳ>
5 γ’ ἣν ἥρπασε Μοῖρα κραταιὴ /
πρὶν γάμον εἰσιδέειν, πρὶν ἀνέρι
λέκτρα συνάψαι, ❦ / πρὶν ψυχὴν
παθέειν τι, ἀκήρατος ἐς θεὸν
ἦλθεν. {²vas(?)}² / εἰ δὲ θέλεις καὶ ἐμεῖο
10 καὶ υἱέος οὔνομ’ ἀκοῦσαι, /
κλῦθι, φίλος· τέκε̣[ο]ς Δημοσθίνεος {²⁶Δημοσθένεος}²⁶
λάσιον κῆρ, ❦ / αὐτὰρ ἐγὼ Ματρῶνα,
πόλις δέ μοι ἔ̣π̣λετο Νίκη, /
κεῖμαι δ’ ἐνθ̣[άδ’] ἔγωγε σὺν υἱέϊ παιδὶ
15        τέ̣τ̣[αρτ]ος.
Search Help
Contact Us